Ancient Greek
P.Oxy. 43 3134
Documentary Papyri, P.Oxy. 43 3134
Not analysed yet
Αὐρήλιος Θέων ὁ καὶ Ἑρμείας Σαραπίωνος μητρὸς Σαραπιάδος ἀπʼ Ὀξυρύγχων πόλεως τῶν ἐξ ἐφηβείας ἱερονικῶν τῆς αὐτῆς πόλεως Αὐρηλίῳ Σιλβανῷ τῷ καὶ Σαραπίωνι Πτολεμαίου τοῦ καὶ Σαραπίωνος ἀπὸ τῆς αὐτῆς πόλεως τῶν ἐξ ἐφηβείας ἱερονεικῶν τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἔχειν ἐν παραθέσει ἀργυρίου Σεβαστῶν νομίσματος δραχμὰς πεντακοσίας γίνονται δραχμαὶ φ καὶ ταύτας σοι ἀποκαταστήσω ὁπόταν αἱρῇ χωρὶς πάσης ὑπερθέσεως, εἰ δὲ μὴ ἐκτείσω σοι κατὰ τὸν τῶν παραθηκῶν νόμον. κύρια τὰ τῆς παραθήκης γράμματα ἁπλᾶ γραφέντα πανταχῇ ἐπιφερόμενα καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους …Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Σαλωνίνου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν, Ἁθύρ ζ. Αὐρήλιος Θέων ὁ καὶ Ἑρμίας Σαραπίωνος ἔσχον ἐν παραθέσει τὰς τοῦ ἀργυρίου δραχμὰς πεντακοσίας καὶ ἀποκαταστήσω ὡς πρόκιται καὶ ἐπερωτηθεὶς ὡμολόγησα.