Ancient Greek
P.Oxy. 43 3135
Documentary Papyri, P.Oxy. 43 3135
Not analysed yet
Αὐρήλιος Δημήτριος Διοφάνους Ἑρμοπολίτης ἡνίοχος Αὐρηλίῳ Ἀπολλωνίῳ τῷ καὶ Κλαυδιανῷ γυμνασιάρχῳ τῆς Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως ἡνιοχεῖν σοι ἐπὶ τοῖς σοῖς ἵπποις τῷ εὐτυχῶς ἀγομένῳ ἐν τῇ αὐτῇ Ὀξυρυγχιτῶν πόλει ἱερῷ Καπετωλιακῷ ἀγῶνι ὑγιῶς καὶ πιστῶς ε…