Ancient Greek
P.Oxy. 44 3175
Documentary Papyri, P.Oxy. 44 3175
Not analysed yet
Αὐρήλιος Ἡρακλείδης Δωρίωνος ἀγορανομ βουλευτὴς ταμίας βουλευτικῶν χρημάτων τῆς Ὀξυρυγχιτῶν πόλεως κληρονόμοις Αντωνίου Πρίσκου ἀγορανομήσαντος γενομένου βουλευτοῦ χαίρειν. διεγράψατέ μοι τῇ ἐνεστώσῃ ἡμέρᾳ εἰς τόκον ὧν ὀφείλει ὁ προτεταγμένος Ἀντώνιος Πρίσκος βουλευτικῶν εἰσιτηρίων δραχμὰς διακοσίας, γίνονται δραχμαὶ σ. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Τῦβι α…. Αὐρήλιος Ἡρακλείδης ἔσχον τὰς τοῦ τόκου δραχμὰς διακοσίας γίνονται δραχμαὶ σ. καὶ τῆ …τοῦ Φαμενὼθ μηνὸς τοῦ αὐτοῦ ιβ ἔτους διεγράψατε εἰς λόγον τόκου βουλευτικῶν εἰσιτηρίων ἄλλας δραχμὰς ἑκατὸν γίνονται δραχμαὶ ρ. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαμενὼθ …. Αὐρήλιος Ἡρακλείδης ἔσχον τὰς τοῦ τόκου δραχμὰς ἑκατὸν γίνονται δραχμαὶ ρ.