Ancient Greek
P.Oxy. 44 3176
Documentary Papyri, P.Oxy. 44 3176
Not analysed yet
…ἐνάρχῳ πρυτάνει τῆς Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίων Τυράννου Πτολεμαίου καὶ Ἄπειτος Πτολλίωνος ἀμφοτέρων μισθωτῶν βαλανείου πρότερον Ἀρρίου Ἀπολιναρίου νυνὶ δὲ τῆς πόλεως. αἰτούμεθα ἐπισταλῆναι ἐκ τοῦ τῆς πόλεως λόγου ὑπὲρ μισθῶν ἧς ποιούμεθα ὑπηρεσίας τοῦ ὄντος μηνὸς Ἐπεὶφ τὰς αἱρούσας τῷδε τῷ μηνὶ ἀκολούθως αἱρέσει ἡμῶν δραχμὰς πεντακοσίας καὶ ἀξιοῦμεν ἐπιστεῖλαί σε τῷ ταμίᾳ τῶν πολιτικῶν χρημάτων τὸν ἐξοδιασμὸν ἡμῖν ποιήσασθαι τῶν προκειμένων δραχμῶν πεντακοσίων . ἔτους …Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Επεὶφ …