Ancient Greek
P.Oxy. 44 3178
Documentary Papyri, P.Oxy. 44 3178
Not analysed yet
Κορνηλι… τῷ καὶ Πρόκλῳ στρατηγῷ Ἡρακλεοπολείτου παρὰ Αὐρηλίου …νου Ἁρμιύσιος ἀπὸ ἐποικίου …ερήμου κωμάρχου τοῦ αὐτοῦ ἐποικίου. αἱροῦμαι ἀντὶ ἐμαυτοῦ τῷ ἰδίῳ κινδύνωι κατὰ τὸ προάγον ἔθος εἰς τὴν προκειμένην κωμαρχίαν πρὸς τὸ εἰσιον ϛ ἔτος τὸν ὑπογεγραμμένον ὄντα εὔπορον καὶ ἐπιτήδειον. ἔστι δέ. Πακούεις Πετεσούχου μητρὸς Ἀνογείριος ἐτῶν ξγ πόρον ἔχων. ἔτους ε Αὐτοκρατόρων Καισάρων Μάρκων Ἰουλίων Φιλίππων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Μεσορὴ ἐπαγομένων ε. Αὐρήλιος …νος ἐπιδέδωκα ὡς πρόκειται. Αὐρήλιος Ἡρακλε… ἔγραψα ὑπὲρ αὐτοῦ φάσκοντος μὴ εἰδέναι γράμματα.