Ancient Greek
P.Oxy. 44 3177
Documentary Papyri, P.Oxy. 44 3177
Not analysed yet
Αὐρηλία Τανεντῆρις Πετοσίριος …μητρὸς ἱερᾶς παρθένου γενομένη ἱερὰ παρθένος διʼ ἐμοῦ Αὐρηλίου Ὀσαράπιος στολιστοῦ πα… Αὐρηλίῳ Ἀθηναίῳ τῷ καὶ Ἡρακλείδῃ κοσμητῇ βουλευτῇ ταμίᾳ πολιτικῶν χρημάτων τῆς Ὀξυρυγχειτῶν πόλεως χαίρειν. μετεβαλόμην σοι εἰς τὸν τῆς πόλεως λόγον εἰς λόγον στεπτικοῦ ἐξηγητείας Αὐρηλίου Σερήνου τοῦ καὶ …ου τὰς ὑπὲρ ἧς ἐώνημαι οἰκίας παλαιᾶς διστέγου ἐπʼ ἀμφόδου Δρόμου Θοήριδος μεθʼ ἃς μετεβαλόμην τῇ αὐτῇ πόλει ἐπὶ τοῦ διελθόντος δ ἔτους διὰ τοῦ μετηλλαχότος μου πατρὸς Αὐρηλίου Πετοσίριος καὶ ὡς ἐχρημάτιζεν δραχμὰς χιλίας καὶ νῦν τὰς λοιπὰς δραχμὰς πεντακοσίας ,γίνονται δραχμαὶ πεντακόσιαι ,ὧν καὶ ἀποχὴν ἔσχον. ἔτους ε Αὐτοκρατόρων Καισάρων Μάρκων Ἰουλίων Φιλίππων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Φαῶφι ϛ.