Ancient Greek
P.Oxy. 44 3182
Documentary Papyri, P.Oxy. 44 3182
Not analysed yet
……χαίρειν. οἱ ἀπὸ τῆς τῶν ἐνταῦθα κρατίστης βουλῆς διὰ Αὐρηλίου …τοῦ καὶ Πτολεμαίου γυμνασιαρχ καὶ ὡς χρηματίζει ἐνάρχου πρυτάνεως ἐπέστειλάν μοι δηλοῦντες δεῖν σε γυμνασιαρχεῖν τῇ δ τῶν ἐπαγομένων κατὰ τὸ δ. ἵνʼ οὖν εἰδῇς, φίλτατε, καὶ τῆς τῶν ἐλαίων χορηγίας πρόνοιαν ποιήσῃ, ἐπέστειλά σοι. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. ἔτους δ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν, Μεσορὴ λ. Αὐρήλιος Ἀμόις ὑπηρέτης ἐπήνεγκα. ἔτους δ Μεσορὴ ἐπαγομένων β.