Ancient Greek
P.Oxy. 44 3183 [A]
Documentary Papyri, P.Oxy. 44 3183dupl
Not analysed yet
Αὐρηλίῳ Διογένει τῷ καὶ Ἑρμίᾳ συστάτῃ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως τοῦ ἐνεστῶτος η ἔτους καὶ ζ ἔτους παρὰ Αὐρηλίου Σεύθου μητρὸς Ταποῦτος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως. βούλομαι πρώτως ἀπὸ τοῦ νῦν ἀναγραφῆναι τοὺς γεγονότας μοι ἐκ τῆς συνούσης μοι γυναικὸς Αὐρηλίας Ἀπίας Θέωνος υἱοὺς Αὐρηλίους ἐπὶ μὲν ἀμφόδου Παμμένους Παραδίσου Θώνιον ὡς ἐτῶν η ἐπὶ δὲ ἀμφόδου Τευμενούθεως Νεμεσίωνα ἐπικεκλημένον Πανετβέα ὡς ἐτῶν ζ. διὸ ἐπιδίδωμι τὸ ὑπόμνημα ἀξιῶν ταγῆναι αὐτοὺς διὰ τῆς καταχωριζομένης ὑπὸ σοῦ γραφῆς ἀφηλίκων ἐν τῇ τῶν ὁμηλίωκν τάξει ὡς καθήκει καὶ ὀμνύω τὸν ἔθιμον Ῥωμαίοις ὅρκον μὴ ἐψεῦσθαι. ἔτους η καὶ ἔτους ζ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν Μεσορὴ β. Τευμενούθεως. Θῶνις ἔτῶν η …Νεμεσίων ἐπικεκλημένος Πανετβεῦς ἐτῶν ζ …υἱοὶ φυσικοὶ μυρεις ἐν Τήει διὰ Ἡρακλήου πρυτανεύσαντος.