Ancient Greek
P.Oxy. 44 3192
Documentary Papyri, P.Oxy. 44 3192
Not analysed yet
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Σεουήρου Σεβαστοῦ καὶ Μαξιμίνου ἐπιφανεστάτου Καίσαρος. Αὐρηλίῳ Διοσκόρῳ τῷ καὶ Ἑλλαδίῳ γυμνασιαρχ βουλευτῇ ἐνάρχῳ πρυτάνει τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιος Τιμόθεος Σαραπιάδου ἀπὸ τῆς αὐτῆς πόλεως. ἐπειδὴ οὐ δεόντως μετῆλθον με οἱ τῆς αὐτῆς πόλεως ὀνομάγγωνες ὡς περὶ συστάσεως ὄνων δύο ἀποστελλομένων πρὸς τὸν διασημότατον μάγιστρον τῆς πριουάτης ὡς δῆθεν μετερχόμενόν με τὴν αὐτῶν τέχνην, κατὰ ταῦτα ὁμολογῶ ὀμνὺς τὴν τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Μαξιμιανοῦ καὶ Σεουήρου Σεβαστῶν καὶ Μαξιμίνου καὶ Κωνσταντίνου τῶν ἐπιφανεστάτων Καισάρων τύχην τὴν αὐτῶν τέχνην μηδεπώποτε πεποιηκέναι μηδὲ ποιεῖν, εἰ δὲ ὕστερον καταλημφθείην, ἔνοχος ἔσομαι τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ αὐτοῦ κινδύνῳ. ἔτους ιε γ α τῶν κυρίων ἡμῶν Μαξιμιανοῦ καὶ Σεουήρου Σεβαστῶν καὶ Μαξιμίνου καὶ Κωνσταντίνου τῶν ἐπιφανεστάτων Καισάρων, Παχὼν ιδ.