Ancient Greek
P.Oxy. 44 3193
Documentary Papyri, P.Oxy. 44 3193
Not analysed yet
……τῷ φιλτάτῳ χαίρειν. αἰτοῦμαι ἐπισταλῆναι ἐξοδιασθῆναί μοι εἰς λόγον τῶν διατυπωθέντων δίδοσθαι τῇ πρυτανείᾳ καὶ νῦν ἀργυρίου τάλαντα ν, καὶ δέον ἡγοῦμαι ἐπιστεῖλαί σε τῷ τῶν πολιτικῶν χρημάτων τραπεζίτῃ τὸν ἐξοδιασμόν μοι ποιήσασθαι. ὑπατίας τῆς προκειμένης, Ἐπεὶφ δ. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. …ιας Οὐαλέριος Ἥρων ὁ καὶ Σαραπίων λογιστὴς Ὀξυρυγχίτου Αὐρηλίῳ Ἀπολλῳνίω πολιτικῶν χρημάτων τραπεζίτῃ. ἐξοδίασον Ἑρμίᾳ πρυτάνει ἀπὸ τῶν διατυπωθέντων δίδοσθαι αὐτῶ καὶ νῦν ἀργυρίου τάλαντα ν. ἐρρῶσθαί σε εὔχομαι. ὑπατείας τῆς αὐτῆς, Ἐπεὶφ ….