Ancient Greek
P.Oxy. 44 3194
Documentary Papyri, P.Oxy. 44 3194
Not analysed yet
τοῖς ἀποδειχθησομένοις ὑπάτοις τὸ γ. Εὐδαίμονι παρὰ Ἀπολλῶ Ψόιτος καὶ Διονῦτος Ψεναμούνιος ἀμφοτέρων κωμαρχῶν κώμης Σεφὼ ζ πάγου τοῦ ἐνεστῶτος ἔτους. αἴτούμεθα ἐπισταλῆναι ἐξοδιασθῆναι ἡμῖν ὑπὲρ τιμῆς ὧν παρέσχαμεν εἰς τὸ δημόσιον ι ἰνδικτίωνος στιχαρίων ἐρεῶν ϛ τάλαντα δ ὧν ἑκατοσταὶ δραχμαὶ Αφξ τὰ λοιπὰ τάλαντα γ δραχμαὶ Δυμ, παλλίων β τάλαντον α δραχμαὶ Δ ὧν ἑκατοσταὶ δραχμαὶ χν τὰ λοιπὰ τάλαντον α δραχμαὶ Γτν, ἐνάτης ἰνδικτίωνος στιχαρίων ἐρεῶν ϛ τάλαντα δ ὧν ἑκατοσταὶ δραχμαὶ Αφξ τὰ λοιπὰ τάλαντα γ δραχμαὶ Δυμ, παλλίων β τάλαντον α δραχμαὶ Δ ὧν ἑκατοσταὶ δραχμαὶ χν τὰ λοιπὰ τάλαντον α δραχμαὶ Γτν, γίνεται …τάλαντα ι δραχμαὶ Γφπ, καὶ ἀξιοῦμεν ἐπιστεῖλαί σε τῷ δημοσίῳ τραπεζίτῃ τὸν ἐξοδιασμὸν ἡμῖν ποιήσασθαι. ὑπατίας τῆς προκειμένης Παχὼν δ. Παντώνυμος Τοτοῆς πλοῖον Ἡρακλίου ἄλλο Λευκαδίου Διογένης κυβερνήτης Παρίων κυβερνήτης χορτηγόν Ἀπφοῦς κυβερνήτης απ…τεμγε…