Ancient Greek
P.Oxy. 44 3198
Documentary Papyri, P.Oxy. 44 3198
Not analysed yet
Ἡραὶς Πλουτογένους τοῦ Ἀντιόχου ἀπὸ Πτολεμαίδος τῆς μητροπόλεως τοῦ Θεινείτου μετὰ κυρίου τοῦ ἀνδρὸς Ἀπολλωνίου ἐξηγητεύσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως καὶ ὡς χρηματίζει Πρεπούσῃ ἀπελευθέρᾳ …Διονυσίου τοῦ καὶ Ἀμφείωνος Διονυσίου γυμνασιαρχήσαντος τῆς Ἀντινοέων πόλεως καὶ ὡς χρηματίζει χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου σου ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς ἑκατὸν τεσσαράκοντα τέσσαρας κεφαλαίου τόκου δραχμιαίου τοῦ μηνὸς ἑκάστου ἀπὸ τοῦ ὄντος μηνὸς Τῦβι τοῦ ἐνεστῶτος ἐνάτου ἔτους εἰς ἀπόδοσιν Παῦνι τριακάδι τοῦ αὐτοῦ ἔτους, ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραπται ἐκτείσω σοι τὸ μὲν προκείμενον κεφάλαιον μεθʼ ἡμιολίας καὶ τὸν τόκον τοῦ ὑπερπεσόντος χρόνου …