Ancient Greek
P.Oxy. 44 3199
Documentary Papyri, P.Oxy. 44 3199
Not analysed yet
Ἁρποκρατίων Φιλεᾶτι τῷ ἀδελφῷ χαίρειν. καθὼς ἐνετειλάμην σοι μὴ ἀμελήσῃς τοῦ διαπέμψαι δραχμὰς β εἰς τὸ πλοῖον. καὶ δήλωσόν μοι περὶ ὧν ἐνετειλάμην σοι καὶ περὶ τῆς ἀπαιτήσεως καὶ εἰ δεδώκασιν οἱ περὶ Εἰσίδωρον. μὴ οὖν ἀμελήσῃς, εν… ρον. ἐρρῶσθαί σε εὔχομαι. ἀσπάζου τὸν πατέρα Σαπρίωνα. Φιλεᾶτι παρὰ Ἁρποκρατίωνος