Ancient Greek
P.Oxy. 44 3200
Documentary Papyri, P.Oxy. 44 3200
Not analysed yet
ἐμίσθωσεν Σαράμμων Χαιρήμονος μητρὸς Σινθεῦτος ἀπʼ Ὀξυρύγχων πόλεως Βησᾶτι Ἁρποκρᾶτος μητρὸς Ταυσοράπιος ἀπὸ τῆς αὐτῆς πόλεως εἰς ἔτη πέντε ἀπὸ νεομηνίας Θὼθ τοῦ εἰσιόντος δευτέρου ἔτους τὸ ὑπάρχον αὐτῷ προὸν παρὰ τῷ μεμισθωμένῳ ἐπʼ ἀμφόδου Νότου Κρηπεῖδος ἥμισυ μέρος οἰκίας ὑφʼ ἣν κατάγειον σὺν χρηστηρίοις πᾶσι, ἐνοικίου κατʼ ἔτος δραχμῶν ἑβδομήκοντα δύο ,ἅσπερ βεβαιουμένης τῆς μισθώσεως ἀποδότω ὁ μεμισθωμένος τῷ μεμισθωκότι κατʼ ἔτος ἐν δόσεσι δυσὶ διʼ ἑξαμήνου τὸ ἥμισυ ἀνυπερθέτως, χρώμενος σὺν τοῖς παρʼ αὐτοῦ τῷ μισθουμένῳ ἡμίσει μέρει τῆς οἰκίας σὺν χρηστηρίοις ἀκωλύτως. μετὰ δὲ τὸν χρόνον ἐκχωρείτω ὁ μεμισθωμένος τῆς μισθώσεως, παραδοὺς τοὺς τόπους καθαροὺς ἀπὸ κοπριῶν καὶ δείσης πάσης ὡς καὶ παρείληφεν καὶ τὰς ἐφεστώσας θύρας καὶ κλεῖς, ἢ ἀποτισάτω οὗ ἐὰν μὴ παραδῷ τὴν αξίαν τιμὴν ὃ δʼ ἐὰν προσοφειλέσῃ ἐκ τῶν ἐνοικίων μεθʼ ἡμιολίας, καὶ ἡ πρᾶξις ἔστω ἔκ τε αὐτοῦ …