Ancient Greek
P.Oxy. 45 3242
Documentary Papyri, P.Oxy. 45 3242
Not analysed yet
Διοφάνει στρατηγῷ καὶ Ἁρποκρατίωνι βασιλικῷ γραμματεῖ παρὰ Διονυσίας Σαραπιάδος τῆς καὶ Θαμουνίου Ἀντινοίδος διὰ Σαραπίωνος Λογγείνου ἀπʼ Ὀξυρύγχων πόλεως. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ Πομπωνίου Φαυστιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος τὸ ὑπάρχον μοι περὶ κώμην Σκὼ τῆς ἄνω τοπαρχίας ἐκ τοῦ Ἀπολλωνίου κλήρου ἀμπέλου ἀρχαίας ἐν ᾗ φοίνικες καὶ ἀκρόδρυα καὶ καλαμείας 𐅷μέρος ἀρουρῶν δ 𐅵ιϛ λβ οὐσῶν δ μέρος ἀπὸ ἐπιγραφομένων ὅλων ἀρουρῶν ιη δ η οὐσῶν ἐν ὀνόματι τῶν προγόνων μου δηλωθεισῶν διὰ δημοσίων λόγων ἐν τοῖς ἀπὸ γ ἔτους Οὐεσπασιανοῦ καὶ α ἔτους Τίτου χρόνοις, παραδείσου ὁμοίως ἐκ νότου τῆς αὐτῆς ἀμπέλου σὺν διαψείλῳ 𐅷μέρος ἀρούρης α η δηλωθέντος διὰ δημοσίων λόγων ἀνῆχθαι ἐν τοῖς προκειμένοις χρόνοις, οἰκοπέδων καὶ διαψείλου καὶ κυκλευτηρίου καὶ 𐅵μέρους ὑδρευμάτων 𐅷μέρος ἀρούρης δ η ὅπερ ἐστὶν τὸ ἐπιβάλλον ἐμοί τε καὶ κοινωνῷ μου δ μέρος τῆς διὰ δημοσίων λόγων ἀναγραφομένης ἐν οἰκοπέδοις ἀρούρης α 𐅵…γείτονες τῶν προκειμένων νότου καί ἀπηλιώτου ἐμοῦ καὶ κοινωνοῦ μου, βορρᾶ ἄμπελος Σαραπίωνος Ἀνδρονείκου, λιβὸς ἄμπελος. καὶ ὁμοίως ἀπογράφομαι τὸ ὑπάρχον μοι 𐅷μέρος περὶ τὴν αὐτὴν Σκὼ ἐκ τοῦ Ποσιδίππου κλήρου παραδείσου ἀρουρῶν ιϛ …η. γείτονες πάντοθεν ἐμοῦ καὶ κοινωνοῦ μου… καὶ ὁμοίως ἀπογράφομαι περὶ Μονίμου …κ…