Ancient Greek
P.Oxy. 45 3243
Documentary Papyri, P.Oxy. 45 3243
Not analysed yet
Αὐρηλίωι Σεπτιμίωι Ἡρακλείτωι τῶι λαμπροτάτωι ἡγεμόνι Καλπούρνιος Ἰσίδωρος ὁ καὶ Ἁρποκρατίων στρατηγὸς Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων χαίρειν. λαβών σου γράμματα, δέσποτα ἡγεμών, προστάσσοντα ἐμοί τε καὶ τῷ τῆς ἑτέρας μερίδος στρατηγῷ τὴν ἀπὸ καρπῶν τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους τοῦ κυρίου ἡμῶν αὐτοκράτορος Σεουήρου Ἀντωνίνου Εὐτυχοῦς Εὐσεβοῦς Σεβαστοῦ λοιπογραφουμένην εἰς ἣν ἡμέραν κομιζόμεθά σου τὰ γράμματα ἐν τοῖς θησαυροῖς νέμειν καὶ δηλῶσαί σοι πᾶν τὸ ἀποκείμενον μέτρον προσθεῖσι πόσον ἤδη παρεδόθη εἴς τε τροφὰς κτηνῶν τῶν ἐν Θηβαίδι στρατευμάτων καὶ εἰς χρείας τῶν ὑπηρετούντων τοῖς Πορφυρειτικοῖς καὶ Κλαυδιανοῖς μετάλλοις ἔτι τε καὶ εἰς τὰς ἐπὶ τόπων γεινομένας συνηθε… δ… ε… του… ἔτους ……ρουκαια… …ἑκατέρου τὴν π… …ν τῶν ἀπὸ του… …εις τε στρατιωτικ… …πωενδαπ…να… …ασθη…σκα… …ἐπιστολη… …ν μέρος καὶ ……θαι μέτρον τι ὡ… …δαπανήματα κ… …ου μέρος επ… …οταξ…τα… …ιθ… …ς εἰς τὰς πρ… …πενευθει… …ουγε…