Ancient Greek
P.Oxy. 45 3244
Documentary Papyri, P.Oxy. 45 3244
Not analysed yet
Αὐρηλίῳ Θέωνι τῷ καὶ Μαξίμωι γυμνασιαρχ ἐνάρχῳ πρυτάνει τῆς Ὀξυρυγχιτῶν πόλεως διέποντι καὶ τὰ πολιτικὰ τῆς αὐτῆς πόλεως Αὐρήλιος Σαραπίων Ἀχιλλέως μητρὸς Διεῦτος ἀπʼ Ὀξυρυγχιτῶν πόλεως μεταβόλος τῆς αὐτῆς πόλεως. ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Καίσαρος τοῦ κυρίου τύχην χορηγήσειν τῇ πόλει ἀνενδεῶς τὸν ἰχθὺν ἀπὸ ιϛ τοῦ ὄντος μηνὸς Χοιὰκ ἐφʼ ὅσον οἱ τοῦ Μονίμου ἐποικίου ἁλεεῖς ἐργάζονται εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. παρέσχον δὲ ἐμαυτοῦ ἐνγυητὴν Αὐρήλιον Θέωνα Θέωνος μητρὸς Διογενίδος τῆς αὐτῆς πόλεως παρόντα καὶ εὐδοκοῦντα. ἔτους η Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοιὰκ ζ. Αὐρήλιος Σαραπίων Ἀχιλλέως ὤμοσα τὸν ὅρκον ὡς πρόκειται. …ἐνγυητὴς Αὐρήλιος Θέων ε…δ…λ… σουχειωμεν… χειρόγραφα ἐνγύων