Ancient Greek
P.Oxy. 45 3250
Documentary Papyri, P.Oxy. 45 3250
Not analysed yet
ἐναύλωσεν Ἀνουβᾶς Ἑρμίου τῶν ἀπὸ Ὑφαντῶνος τοῦ Ἑρμοπολείτου Πέρσης τῆς ἐπιγονῆς κυβερνήτης τῆς Μάρκου Κορνηλίου Τορούλλου ἑκατοντάρχου σκάφης ποταμίας ἀγωγῆς ἀρταβῶν πεντακοσίων Πολυτίμῳ Γαΐου Νορβανοῦ Πτολεμαίου τὴν δηλουμένην σκάφην σὺν τῇ ναυτείᾳ, εἰς ἣν καὶ ἐμβαλεῖται ἀφʼ ὧν ἐὰν αἱρῆται τοῦ Ἑρμοπολείτου νομοῦ ὅρμων ἄρακος μέτρῳ Ἀθηναίου ἀρτάβας πεντακοσίας καὶ τῶν ἑκατὸν ἀρταβῶν ἀναυλὶ ἀρτάβας δέκα δύο ἥμισυ ,ὥστε ἀποκαταστῆσαι εἰς Ἀκανθῶνα καὶ Λιλῆ τοῦ Ὀξυρυγχείτου, ναύλου τοῦ διεσταμένου πρὸς ἀλλήλους τῶν ἑκατὸν ἀρταβῶν ἀργυρίου δραχμῶν εἴκοσι ὀκτώ ,ὥστʼ εἶναι δραχμὰς ἑκατὸν τεσσεράκοντα ,ἀφʼ ὧν ὁμολογεῖ ὁ Ἀνουβᾶς ἐσχηκέναι παρὰ τοῦ Πολυτείμου ἐπὶ τῶν τόπων δραχμὰς ἑβδομήκοντα δύο . τὰς δὲ λοιπὰς τοῦ ναύλου δραχμὰς ἑξήκοντα ὀκτὼ ἀποδότω αὐτῷ ἐπὶ τῆς ἐκβολῆς τοῦ ἄρακος. παραστησάτω οὖν τὴν σκάφην ἑτοίμην πρὸς τὸν ἀνάπλουν τῇ μιᾷ καὶ εἰκάδι τοῦ ἐνεστῶτος μηνὸς Σεβαστοῦ, καὶ γενόμενος ἐπὶ τῶν τοῦ Ἑρμοπολείτου ὅρμων καὶ ἀναλαβὼν καὶ παραλαβὼν τὸν ἄρακα ἀποπλευσάτω ἀνυπερθέτως μετὰ πάσης ἀσφαλείας, ἑαυτῷ παρεχόμενος ἐν τῷ ἀνάπλῳ καὶ κατάπλῳ τὴν τῆς σκάφης χορηγίαν πᾶσαν ἐντελῆ καὶ ναύτας ἱκανούς, καὶ μὴ ἐξέστω αὐτῷ νυκτοπλοεῖν μηδὲ χειμῶνος ὄντος. ἀνορμείτω καθʼ ἑκάστην ἡμέραν ἐπὶ τῶν ἀσφαλεστάτων ὅρμων, τῶν διεραμάτων τοῦ Ἑρμοπολείτου ὄντων πρὸς τὸν Ἀνουβᾶν, τῶν δὲ τοῦ Ὀξυρυγχείτου ὄντων πρὸς τὸν Πολύτιμον. τὸν δὲ ἄρακα παραδότω τῷ Πολυτίμῳ ἢ τοῖς παρʼ αὐτοῦ ἐπὶ τοῦ τῆς Λιλῆ καὶ Ἀγανθῶνος ὅρμου μέτρῳ ᾧ ἐὰν παραλάβῃ, τοῦ ἐκβησομένου ἐκ τῆς κοίλης ὄντος τοῦ Πολυτίμου ἢ ἀποτισάτω αὐτῷ τιμὴν ἑκαστης …