Ancient Greek
P.Oxy. 45 3251
Documentary Papyri, P.Oxy. 45 3251
Not analysed yet
……ιε… …του…θε…εω… ἀπὸ Ὀξυρύγχων πόλεως ἀρχιερατεύσαντι τοῦ ἐν τῇ αὐτῇ πόλει σεβασμιωτάτου Ἁδριανείου χαίρειν. ὁμολογοῦμεν ὀφείλειν σοι ἀπό τε φόρων καὶ ἐκφορίων ὧν ἐγεωργοῦμέν σου ἐδαφῶν πυροῦ ἀρτάβας ἐννέα καὶ φακοῦ ἀρτάβας πέντε καὶ ἀργυρίου δραχμὰς ἑκατὸν δώδεκα ,ἅπερ πάντα ἀποδώσομέν σοι μέχρι τριακάδος Μεσορὴ τοῦ ἐνεστῶτος ἑνδεκάτου ἔτους, τὰ δὲ γένη μέτρῳ σοῦ τοῦ Θέωνος παραλημπτικῷ. ἐὰν δὲ μὴ ἀποδῶμεν τῇ δηλουμένῃ προθεσμίᾳ, ταξόμεθά σοι τοῦ ὑπερπεσόντος χρόνου διάφορον τῶν μὲν γενῶν ἐκ τετάρτου, τοῦ δὲ ἀργυρίου δραχμιαῖον τόκον, γεινομένης σοι τῆς πράξεως ἔκ τε ἡμῶν ἀλληλενγύων ὄντων εἰς ἔκτεισιν ἢ ἐξ οὗ ἐὰν ἡμῶν αἱρῇ. κύρια τὰ γράμματα δισσὰ γραφέντα πανταχῆ ἐπιφερόμενα καὶ …