Ancient Greek
P.Oxy. 45 3253
Documentary Papyri, P.Oxy. 45 3253
Not analysed yet
Ζωίλος Ὡρίωνι τῷ φιλτάτῳ χαίρειν. Παγένης ὁ μικρὸς λογαρίδιόν μοι ἤνεγκεν τῆς περυσινῆς κατασπορᾶς ὅπερ σοι ἔπεμψα. μεταξὺ οὖν αὐτῶν γενοῦ καὶ ὅπερ ἐὰν καταλάβῃς σύνφωνον ἀπὸ τοῦ λογαριδίου τοῦτο ἀπόλαβε καὶ ἄφες παρὰ σεαυτῷ ἔστʼ ἂν δοκιμάσωμεν τί ὀφείλει αὐτῷ τῷ μικρῷ Παγένι δοθῆναι καὶ τί εἰς λόγον τῶν ὀφειλομένων ὑπʼ αὐτοῦ. ἀλλὰ καὶ τὸν οἶνον ὃν λαμβάνει ὁ ἀγροφύλαξ συνάξας ἄφες παρὰ σεαυτῷ ἔστʼ ἄν τι κρίνωμεν. καὶ περὶ τούτου η…ατο ὁ μικρὸς Παγένης ὥς τινων πεινώντων ἐν τῷ ἐποικίῳ μάλιστα Λου…υ. μάθε οὖν καὶ ποίησον αὐτοῖς δοθῆναι ὑπὸ Βησαρίωνος εἰς διατροφὰς ὀλίγα σιτάρια ἐπιδείξας αὐτῷ τὰ γράμματά μου. ἐρρῶσθαί σε εὔχομαι