Ancient Greek
P.Oxy. 45 3252
Documentary Papyri, P.Oxy. 45 3252
Not analysed yet
Αὐρηλίῳ Σαραπίωνι τῷ καὶ Διδύμῳ γυμνασιαρχ τῆς Ὀξυρυγχειτῶν πόλεως Αὐρήλιος Ἁτρῆς Πετεαρποκράτου μητρὸς Τάννειτος ἀπὸ κώμης Τμουνεψὴ τοῦ Ἀφροδειτοπολείτου νομοῦ. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυᾶσθαί σοι δοῦλόν σου Εὐδαίμονα ὃν καὶ παραστήσω μεχρὶ Ἁθὺρ ι τοῦ εἰσιόντος ϛ ἔτους, εἰ δὲ μὴ ἐκτείσειν σοι ὑπὲρ αὐτοῦ ἀργυρίου δραχμὰς χιλίας ἑπτακοσίας ὡς ἐστάθη. καὶ περὶ τούτου ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. ἔτους ε Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικι…