Ancient Greek
P.Oxy. 45 3264
Documentary Papyri, P.Oxy. 45 3264
Not analysed yet
…Ἑρμοφίλῳ …παρὰ Ὀρσενούφεως τοῦ Διοσκόρου καὶ Ψοσνέως τοῦ Ψενμείνιος καὶ Πεννάμεως τοῦ Ἀμεννέως τῶν σὺν ἄλλοις πρεσβυτέρων κώμης Πεεννὼ τῆς μέσης τοπαρχίας. πρὸς τὸ ἐπιδοθὲν Κλαυδίωι Ἡρακλείωι στρατηγῷ ὑπό τε ἡμῶν καὶ τῶν συνπρεσβυτέρων ἀναφόριον κατὰ Διογένους χωματεπιμελητοῦ περὶ τοῦ εἰληφέναι αὐτὸν παρὰ ἀνδρῶν πεντήκοντα ἑνὸς ἐκ δραχμῶν δ εἰς τὸ μὴ ἐργάσασθαι αὐτοὺς εἰς τὰ δημόσια χώματα τὴν πενταναυβίαν καὶ περὶ τοῦ διεσκεπακέναι αὐτὸν ἄλλους ἄνδρας ἐννέα ὁμοίως εἰς τὸ μὴ ἀπεργάσασθαι, ἐπιζητήσαντός σου τὰ ὀνόματα τῶν προγεγραμμένων ἐδηλώσαμεν ἀπὸ τούτων ὀνόματα ἀνδρῶν δεκατριῶν οἳ καὶ ἐγγράπτως προσεφώνησαν τῷ στρατηγῷ μηδὲν δεδωκέναι αὐτοὺς μήτε τῷ Διογένει μηδὲ τοῖς αὐτοῦ μηδʼ ἄλλῳ τινὶ ὑπὲρ τοῦ μὴ ἐργάσασθαι εἰς τὰ χώματα. ἐπιζητοῦντος δέ σου τὰ τῶν λοιπῶν ὀνόματα ἀποφαινόμεθα ὀμνύντες τὴν Αὐτοκράτορος Τίτου Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ τύχην μηδὲν δύνασθαι ἀποδεῖξαι τῶν διὰ τοῦ προκειμένου ἀναφορίου δεδηλωμένων. εὐορκοῦσι μὲν ἡμῖν εὖ εἴη, ἐπιορκοῦσι δὲ τὰ ἐναντία. ἔτους γ Αὐτοκράτορος Τίτου Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ …