Ancient Greek
P.Oxy. 45 3265
Documentary Papyri, P.Oxy. 45 3265
Not analysed yet
…ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Αὐγούστου τὸ ζ καὶ Κωνσταντίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α. Φλαουίῳ Λευκαδίῳ λογιστῇ Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν ὑελουργῶν τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως διʼ ἐμοῦ Αὐρηλίου Ζωίλου …ἐπιζητοῦντί σοι λόγον πάντων τῶν ἀνηκόντων τῇ ἡμετέρᾳ τέχνῃ εἰς χρείαν ἐπισκευῆς θερμῶν δημοσίου βαλανίου τῆς πόλεως ἀναγκαίως ἐντάξας ἐπιδίδωμι ἵνʼ εἰδέναι ἔχοι σοῦ ἡ ἐμμέλια. ἔστι δέ. εἰς χρείαν θερμῶν λουτρῶν κεντηνάρια …εἰς χρείαν ξυστοῦ κεντηνάρια …ὡς τοῦ κεντηναρίου α τάλαντα κβ. γίνονται κεντηνάρια ξ, γίνονται ὁμοῦ τάλαντα Ατκ. ἅπερ προσφωνοῦμεν. ὑπατείας τῆς προκειμένης Ἐπεὶφ …Αὐρήλιος Ζωίλος ἐπιδέδωκα ὡς πρόκειται