Ancient Greek
P.Oxy. 45 3266
Documentary Papyri, P.Oxy. 45 3266rpdupl
Not analysed yet
ὑπατείας Φλαουίου Φιλικιανοῦ καὶ Φαβίου Τιτιανοῦ τῶν λαμπροτάτων, Μεσορὴ κ. Αὐρήλιος Εὐλόγιος Λεοντέως μητρὸς Εὐσεβίας ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως Φλαουίῳ Ἀννιανῷ πρωτήκτορι διὰ Αὐρηλίου Ἡρακλήου πραγματευτοῦ χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ εἰς λόγον πραγματείας διὰ χειρὸς ἐξ οἴκου σου ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα πεντακόσια, τάλαντα φ, κεφαλαίου ἐπὶ τῷ με ἀντὶ τοῦ αἱροῦντός σοι μέρους τῆς τούτων ἐπικερδείας τελέσειν σοι καθʼ ἕκαστον μῆνα ἀπὸ τοῦ ἑξῆς μηνὸς Θὼθ τοῦ εἰσιόντος λβ κβ ιδ ε γ ἔτους ἀργυρίου τάλαντα δέκα καὶ τὸ προκίμενον κεφάλαιον ἀκίνδυνον ὂν παντὸς κινδύνου καὶ ἀνυπόλογον παντὸς ὑπολόγου ἐπάναγκες ἀποδώσω σοι τῷ Φαμενὼθ μηνὶ τοῦ αὐτοῦ εἰσιόντος ἔτους ἀνυπερθέτως. εἰ δὲ μή, ἐκτείσω σοι τοῦ ὑπερπεσόντος χρόνου κατὰ μῆνα ἕκαστον ἀργυρίου τάλαντα δεκαὲξ καὶ δραχμὰς τετρακισχιλίας ἄχρι ἀποδόσεως τοῦ κεφαλαίου, γεινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μου πάντων. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. …