Ancient Greek
P.Oxy. 47 3350
Documentary Papyri, P.Oxy. 47 3350
Not analysed yet
μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ η ἔτος καὶ Κωνσταντίνου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ δ ἔτος Τῦβι ιζ. Φλαουίῳ Ἰουλιανῷ λογιστῇ Ὀξυρυγχείτου παρὰ Αὐρηλίου Διογένους Ἀμμωνίου ἀπὸ τῆς αὐτῆς πόλεως. περισσὸν ἂν εἴη ὑπομνῆσαι τὴν σὴν ἐντρέχειαν τὰ διηγορευμένα ὑπὸ τῆς τῶν νόμων ἐξουσίας, ὡς σαφῶς κελεύει ἐκκλήτου ἀπενεχθείσης μηδὲν νεωτερίζεσθαι. ἐπεὶ τοίνυν κατὰ τὴν ἐνεστῶσαν ἡμέραν περιηχήθην ἐπίσταλμα προσενηνέχθαι σου τῇ τάξει ὑπὸ τοῦ ἐνάρχου πρυτάνεως διʼ οὗ τὸ ἡμέτερον ὄνομα ὑπεβλήθη εἰς τοὺς ἐνάρχειν μέλλοντας, προσκιμένης καὶ ἀρχῆς ἐξηγητικῆς προσονομασθείσης μοι, φθάνω δὲ πάραυτα καὶ πρὸς αὐτοὺς τοὺς ὑποβαλόντας με εἰς ἐξηγητείαν ἐκκαλούμενος, πολλῶν μάλιστα δικαίων ὑπαρχόντων μοι ἐν τούτῳ, ὑπὲρ τοῦ μὴ πρὸ κρίσεως καταβλάπτεσθαι ταῦτα μηδέ τινα ἐπαιωρεῖσθαι τῷ ἐπιστάλματι ἀξιῶ ἅπαξ τῆς περὶ πάντων κρίσεως ἠρτημένης τῷ κυρίῳ μου τῷ διασημοτάτῳ ἐπάρχῳ τῆς Αἰγύπτου Φλαουίῳ Μαγνιλιανῷ ε…αι τὸν πρύτανιν ἵνʼ εἰδείη πρὸς τὸ μηδὲν …περιγραφῆς τῆς δικαιολογίας μου πραχθῆναι. …Αὐρήλιος Διογένης ἐπιδέδωκα …