Ancient Greek
P.Oxy. 47 3351
Documentary Papyri, P.Oxy. 47 3351
Not analysed yet
…α… Σαραπίωνος χαίρειν. ὁμολογω ἔχειν παρὰ σοῦ ἐν Ὀξυρύγχων πόλει διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος δραχμὰς διακοσίας γίνονται ἀργυρίου δραχμαὶ διακόσιαι κεφαλαίου αἷς οὐδὲν τῶι καθόλου προσῆκται ἃς καὶ ἀποδώσω σοι τῆι τριακάδι τοῦ Μεσορὴι τοῦ ἐνεστῶτος εἰκοστοῦ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ χωρὶς πάσης ὑπερθέσεως. ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραπται ἐκτείσω σοι τὸ μὲν προκείμενον κεφάλαιον μεθʼ ἡμιολίας, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς καθήκοντας τόκους, τῆς πράξεώς σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. κυρία ἡ χεὶρ πανταχῆι ἐπιφερομένη καὶ παντὶ τῶι ἐπιφέροντι. ἔτους κ Τιβερίου Καίσαρος Σεβαστοῦ, Μεχεὶρ κϛ.