Ancient Greek
3354.r.1 to 3354.r.25
Documentary Papyri, P.Oxy. 47 3354.r.1-25
Not analysed yet
Αὐρηλίᾳ Σαραποῦτι θυγατρὶ Θέωνος Θέωνος ἐξηγητεύσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως χωρὶς κυρίου χρηματιζούσῃ τέκνων δικαίῳ παρὰ Αὐρηλίων …Σαραπάμμωνος μητρὸς Τααφύγχιος καὶ τοῦ υἱοῦ Ἱερέως μητρὸς Τααφύγχιος ἀμφοτέρων ἀπὸ τοῦ Νόμου ἐποικίου. ἑκουσίως ἐπιδεχόμεθα μισθώσασθαι παρὰ σοῦ ἐπὶ χρόνον ἔτη δύο ἀπὸ α τοῦ ὄντος μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος ε ἔτους τὰ χερικὰ ἀμπελουργικὰ ἔργα ἅπαντα καὶ τὴν ἐπάρδευσιν τοῦ ὑπάρχοντός σοι περὶ Σενέπτα ἀμπελικοῦ κτήματος Θααὺτ λεγομένου ἀρουρῶν ἓξ ἢ ὅσων ἐὰν ᾖ καὶ τῆς προσούσης καλαμείας ὅσου ἐστὶν ἀρουρηδοῦ, ἅπερ ἔργα ἐστὶν τῆς μὲν ἀμπέλου τιλμὸς καλάμου, δ…συλλογὴ αὐτοῦ καὶ μεταφορά, ξυλοτομία δικαία, ἀγκαλισμὸς καὶ δέσις ἀγκαλῶν καὶ μεταφορά, σάρωσις φύλλων καὶ ἐκβολὴ ἐκτὸς πλαστῶν, σκαφητός, παραγραφή, ἀπωρυγισμὸς ὅσων δεῖ ἀπωρύγων· καὶ στησόμεθα ἐν τῇ καλαμείᾳ πρὸ τῶν ὄνων χωφορούντων πρὸς τὸ ὅπου δεῖ τὸν χοῦν βάλλεσθαι καθὼς ἂν δεήσωμεν τούτων· διτομὴ καλάμου, καλαμουργία, σκαλμός, βλαστολογία, Φαρμουθιακὴ ἐργασία, διάστασις, ἀνάλημψις, φυλλολογίαι αἱ ἐνχρήζουσαι, ἐπάρδευσις καὶ βοτανισμὸς διηνεκής, ἢ καὶ τὰ ἄλλα τὰ κατὰ καιρὸν τῆς ἀμπέλου ἔργα πάντα· καὶ τῆς καλαμείας ἐπάρδευσις καὶ παραγραφὴ καὶ σκορπισμὸς κόπρου· καὶ ποιησόμεθα τῆς ληνοῦ καὶ θυείου τὰ ἐνχρήζοντα χαλάτρια καὶ τοῦ ὀργάνου τὰς κυλτίδας καὶ τὴν τῶν χωρούντων εἰς τὸν κατʼ ἔτος οἶνον κούφων κομπασίαν ἀφʼ οὗ τόπου μεταφέρεται· ἅπερ λαβόντα τὸν οἶνον συνθήσομεν ἐν τῷ ἡλιαστηρίῳ καὶ ἐπαλείψομεν καὶ κινήσομεν καὶ καὶ παραφυλάξομεν ἐφʼ ὅσον ἐκεῖ ἀπόκειται· ἔτι δὲ καὶ κοιμηθήσεται ὁ ἕτερος ἡμῶν Ἱερεὺς ἀδιαλείπτως ἐν τῷ ἐποικίῳ, μισθοῦ τῶν ἔργων πάντων τῆς ἀμπέλου κατʼ ἄρουραν ἀργυρίου δραχμῶν τριακοσίων ἑξήκοντα · τοὺς δὲ συναγομένους μισθοὺς ἀπολημψόμεθα κατʼ ἔτος Ἁθὺρ Χοίακ τιλμοῦ καλάμου δραχμὰς διακοσίας ,Τῦβι ξυλοτομίας δραχμὰς τετρακοσίας ,Μεχεὶρ καλαμουργίας δραχμὰς τετρακοσίας ,Φαμενὼθ δραχμὰς ἑκατὸν ὀγδοήκοντα ,Φαρμοῦθι δραχμὰς διακοσίας τεσσεράκοντα ,Παχὼν δραχμὰς ἑκατὸν ,Παῦνι φυλλολογίας δραχμὰς διακοσίας τεσσεράκοντα ,Ἐπεὶφ Μεσορὴ ἐξενίαυτα Θὼθ Φαῶφι κατʼ ἔτος τὰς αἱρούσας κατὰ μῆνα δραχμὰς ἑκατὸν ·