Ancient Greek
P.Oxy. 47 3352
Documentary Papyri, P.Oxy. 47 3352
Not analysed yet
…μέτρῳ τετάρτωι ἢ ἀποτεισάτω αὐτῷ τιμὴν ἑκάστης ἀρτάβης ἧς ἐὰν μὴ …ηση χαλκοῦ δραχμὰς ἑξακισχιλίας καὶ ἡ πρᾶξις ἔστω τῷ Θρακίδᾳ ἔκ τε τοῦ μεμισθωμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. κυρία ἡ μίσθωσις. ἔτους ιδ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Φαμενώθ …Πλουτίων Ἐπιμάχου τοῦ Θέωνος μεμίσθωμαι τὴν γῆν καὶ μετρήσω εἰς τὸ δημόσιον τὰς τοῦ πυροῦ ἀρτάβας ὀκτὼ …τον χοίνικας η καθότι πρόκιται. ἔτους τεσσαρεσκαιδεκάτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Φαμενὼθ …