Ancient Greek
P.Oxy. 47 3355
Documentary Papyri, P.Oxy. 47 3355
Not analysed yet
……δικαίῳ ὑποθήκης καὶ ἐνεχύρου ἀπὸ οἰκίας νευούσης ἐπὶ βορρᾶ διακειμένης ἐπὶ ταύτης τῆς πόλεως ἐπʼ ἀμφόδου Ποιμενικῆς ὁλόκληρον μονόχωρον νεῦον ἐπʼ ἀπηλιώτην διαφέρον ἐμοὶ τῇ αὐτῇ Εὐφημίᾳ μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου ἐξ ὅλων τῶν χρηστηρίων τῆς πάσης οἰκίας ἀπό τε αἴθρας καὶ αὐλῆς καὶ φρέατος καὶ δωμάτων καὶ ἀρτοψυγίων καὶ τῶν λοιπῶν δικαίων τῆς αὐτῆς οἰκίας ὥστε σὲ ἀντὶ διαφόρου τοῦ χρέους τῶν αὐτῶν δύο νομισμάτων κατασχεῖν καὶ νέμεσθαι τὸ αὐτὸ μονόχωρον καὶ οἰκεῖν ἐν αὐτῷ δίχα χορηγίας ἀπὸ τῆς σήμερον καὶ προγεγραμμένης ἡμέρας ἥτις ἐστὶν Φαμενὼθ ἑκκαιδεκάτη τοῦ ἐνεστῶτος ἔτους σια ρπ τῆς παρούσης τρεισκαιδεκάτης ἰνδικτίωνος καὶ μὴ ἐξεῖναι ἡμῖν πρὸ ἀποδόσεως τοῦ αὐτοῦ χρέους τῶν αὐτῶν δύο νομισμάτων τὸ αὐτὸ μονόχωρον ἢ τὰ τούτου δικαιώματα ἀπολαβεῖν ἀπὸ τῆς σῆς διακατοχῆς οὐ πωλεῖν οὐ μεθυποθέσθαι ἑτέρῳ οὐδὲ ἄλλως οἰκονομεῖν κατʼ αὐτοῦ ἄχρι ἀποδόσεως τοῦ αὐτοῦ χρέους, οὔτε μὴν λέγειν ……ιδαλα καὶ τῆς τούτου γαμετῆς Εὐφημίας ……χρυσοῦ νομισμάτων β παρὰ κεράτια ι ἰ¨διωτικῷ …