Ancient Greek
P.Oxy. 47 3356
Documentary Papyri, P.Oxy. 47 3356
Not analysed yet
Ἁρποκρᾶς Θρακίδᾳ τῶι πατρὶ πλεῖστα χαίρειν. εἰδώς σε χαρησόμενον, ἀναγκαίως σοι ἔγραψα μηθὲν περὶ ἐμὲ εἶναι ἀλλὰ μόνον πρὸς ὀλίγας παντελῶς ἡμέρας νωθρότερον ἐσχηκέναι καὶ ἔτι πάλαι κομψότερον ἐσχηκώς, καὶ οὐδὲν περὶ ἐμέ ἐστιν. ἐχάρην δὲ μεγάλως διαναγνούς σου τὴν ἐπιστολήν, ἐν ᾗ σε ἐρρωμενέστατον ἐπέγνων, δέσποτα πάτερ, καὶ ὅτι σοβαρῶς τὴν ψυχὴν εἶχον λαβών σου τὴν ἐπιστολήν, ὑπὸ τὴν ὥραν ἐνόμισα μὴ θεοῦ χρησμός ἐστι, καὶ περισσοτέρως ἔρρωμαι. κόμισαι παρὰ Πετεχῶντος τοῦ καὶ κομίζοντός σοι τὴν ἐπιστολὴν σανδάλιον δραχμῶν δ. περὶ δὲ ὧν ἔτι χρείαν ἔχεις ἐν τάχει μοι δήλωσον ὡς ἔτι ὀλίγας ἐνθάδε ἡμέρας ἔχω… ἄσπασαι Θατρῆν τὴν μητέρα καὶ Θαισοῦν καὶ Σαραπίωνα καὶ Ἀρίστωνα καὶ Τυχάριον καὶ Νίκην καὶ Εὐτυχ καὶ τοὺς ἐν οἴκωι πάντας. ἔτους η Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Μεχεὶρ β. ἀπὸ Ἁρποκρᾶτος Θρακίδᾳ πατρί.