Ancient Greek
3365.1.40 to 3365.2.69
Documentary Papyri, P.Oxy. 47 3365.1.40-3365.2.69
Not analysed yet
…ης μοναρτάβου ἀρούρας ζ 𐅵…μοναρτάβου ἀρούρας ε δ οὔσας ἐν δυσὶ σφραγῖσι ὧν μία ἀρουρ …τῆς δὲ ἑτέρας ἀρουρ …καὶ περὶ τὸ Πασιγώνιος ἐποίκιον ἐκ τοῦ Νεικάνδρου κλήρου …υ κριθικὰς …κατοικικὴ γῆ ἀρουρ …ἐν δυσὶ σφραγῖσι ὧν μία ἀρουρ …τῆς δὲ ἑτέρας ἀρουρ …σὺν τοῖς ἐνοῦσι φυτοῖς πᾶσι …καὶ ἐκ τοῦ …υ καὶ κ… 𐅵δ η σὺν τοῖς τούτων ὑδρεύμασι καὶ τροχῷ καὶ ὑποδοχείῳ καὶ φυτοῖς πᾶσι καὶ πλασταῖς καὶ ληνῷ καὶ πίθῳ καὶ ἐποικίῳ καὶ ἑτέροις οἰκοδομήμασι καὶ χρηστηρίοις πᾶσι σὺν εἰσόδοις καὶ ἐξόδοις καὶ ἀκροδρύοις πᾶσι· καὶ ἐκ τοῦ Διδύμου τὸν πρότερον Κτησαίου κλήρου ἐν μιᾷ σφραγῖδι κατοικικῆς μέρος διμοίρου ἄρουραν α καὶ ἐκ τοῦ Κόνωνος καὶ ἄλλων κλήρων μοναρτάβου ἀρούρας ζ ἐν αἷς τροχὸς καὶ κυκλευτήριον σὺν τοῖς ἐνοῦσι φυτοῖς ὁμοίως μέρος διμοίρου · καὶ περὶ τὴν αὐτὴν Ταλαὼ ἐκ τοῦ Ἀριστίππου κλήρου διαρτάβους ἀρούρας μη ἐν αἷς τροχὸς καὶ περὶ αὐτὸν φυτά· καὶ περὶ τὴν αὐτὴν Ταλαὼ ἐκ τοῦ Μοσχίωνος καὶ Σωγένους κλήρων χερσαμπέλου ἐν δυσὶ κοίταις ἀρούρας ε καὶ τὰ τούτων ὑδρεύματα καὶ καλαμεία καὶ χρηστήρια καὶ ληνὸν σὺν τοῖς ἐνοῦσι πᾶσι· καὶ ἐκ τοῦ αὐτοῦ κλήρου ἀμπέλου ἠμελημένης ἀρούρας γ 𐅵η σὺν τοῖς ἐπιβάλλουσι αὐταῖς ὑδρεύμασι καὶ ληνῷ καὶ πίθῳ καὶ χρηστηρίοις πᾶσι· καὶ ἐκ τοῦ Καλλίου κλήρου παρανόμου Πολυφερνίου Φείρμου τετάρτου μέρος σιτικῆς ἄρουραν α ἐν ᾗ τροχὸς καὶ ὑποδοχεῖον ἀφʼ ὧν φέρει εἰς τὴν προκειμένην καὶ καταγραφομένην ἄμπελον ὑδραγωγὸς πρὸς τοὺς ποτισμοὺς διʼ ἀμπελῶνος πρότερον Ταλλῶτος Πλούτου καὶ Σιντοτοῆτος καὶ Ὥρου ἀμφοτέρων χρηματιζόντων μητρὸς Ἰσομήιος καὶ αὐτοῦ τούτου Πολυφερνίου Φίρμου καὶ Πολυφερνίας Ἀπίας· καὶ ἐκ τοῦ αὐτοῦ Μοσχίωνος καὶ Σωγένους κλήρων ἀμπέλου ἠμελημένης νυνὶ ἐν δυσὶ κοίταις ἄρουρας 𐅵δ ὂν ὑπὸ μίαν ὄψιν· καὶ ἐκ τοῦ αὐτοῦ κλήρου ἀμπέλου ἠμελημένης ἀρουρ …σὺν τῷ ἐπιβάλλοντι αὐτῷ λιβικῷ ὑδρεύματι καὶ ὑποδοχείῳ καὶ τροχῷ καὶ χρηστηρίοις καὶ ἀνήκουσι πᾶσι ὡς εἶναι χερσαμπέλου ἀρούρας β ἐν διαψίλῳ γῇ ἐπὶ τὸ αὐτὸ ἀρούρας θ 𐅵η καὶ καλαμεία σὺν εἰσόδοις καὶ ἐξόδοις καὶ ἀκροδρύοις πᾶσι καὶ ληνῷ καὶ πίθῳ καὶ χρηστηρίοις πᾶσι καὶ τοῖς τούτων ὑδρεύμασι καὶ τροχῷ καὶ ὑποδοχείῳ καὶ κυκλευτηρίῳ καὶ τοῖς προσοῦσι αὐτοῖς καὶ μέρος ἑτέρου λιβικοῦ τροχοῦ σὺν ὑποδοχείῳ ἐκ μέρους συμπεπτωκότι Σαλικουττὰ λεγόμενα·