Ancient Greek
3365.2.70 to 3365.2.86
Documentary Papyri, P.Oxy. 47 3365.2.70-86
Not analysed yet
καὶ περὶ τὴν αὐτὴν Ταλαὼ περὶ τὸ Πασιγώνιος ἐποίκιον ἐκ τοῦ Νεικάνδρου κλήρου ἀπὸ ὑπολόγου ἀρούρας γ. ἐπὶ δὲ παντὸς τοῦ προκειμένου ἀρουρηδοῦ ἢ ὅσαι ἐὰν ὧσι ἐπὶ τὸ πλεῖον ἢ ἔλασσον οὐδὲν ἕτερον ὑπέλειψεν ἑαυτῷ ὁ ἀποδόμενος Οὐίβιος Ὡριγένης σιτικὰς ἢ τροχοὺς ἢ οἰκόπεδα καὶ ἄλλο τι ἁπλῶς καθʼ ὁνδηποτοῦν τρόπον ὃ μὴ ἐμπίπτει τῇδε τῇ καταγραφῇ· ὃ δʼ ἂν φανῇ ὑπολειπόμενον καὶ τοῦτο συνεκπεσεῖται τῇδε τῇ καταγραφῇ· καὶ ὁμοίως ἐν τῇ προκειμένῃ κώμῃ Ταλαὼ ἐν περιμέτροις κώμης ἐν τοῖς ἀπὸ βορρᾶ μέρεσι οἰκία τρίστεγος καὶ αἴθριον ὑφʼ ἣν κατάγειον καὶ προνήσιον σὺν εἰσόδοις καὶ ἐξόδοις, ἐπὶ δὲ πάντων ὡς ἡ ἀσφάλεια περιέχει· ἧς δημοσιωθείσης μετʼ εὐδοκήσεως τοῦ αὐτοῦ Αὐρηλίου Σαραπίωνος τοῦ καὶ Διονυσοθέωνος γράφοντος ὑπὲρ τοῦ Οὐιβίου Ὡριγένους τοῦ καὶ Μάγνου ἀπόντος διὰ τῆς διαλογῆς τῆς πόλεως τῷ διελθόντι γ ἔτει μηνὶ Παχὼν τὸν ἀναπεμφθέντα ὑπὸ διαλογῆς χρηματισμὸν διυποκολλήσας μοναχὸν τῷδε τῷ βιβλιδίῳ ἐπιδίδωμι ἀξιῶν ἐπιστεῖλαί σε τοῖς τῶν ἐνκτήσεων βιβλιοφύλαξι τὴν δέουσαν παράθεσιν ποιήσασθαι. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παχὼν …Αὐρήλιος Σεπτίμιος Σερῆνος ἐπιδέδωκα.