Ancient Greek
P.Oxy. 48 3398
Documentary Papyri, P.Oxy. 48 3398
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Δωροθέῳ Παπνοῦθις. ἐλθὼν Πανεχώτης πρὸς με καὶ εἶπέν μοι ὅτι ἔπεμψε Εὐτρύγιος πρὸς σὲ περὶ τῶν ἀπὸ κώμης Σύρων. ἐὰν μάθῃς ὅτι ἠθέλησεν πρὸς σὲ λέγειν εἰπὲ αὐτῷ ὅτι ἐνέτυχον τῷ δεσπότῃ μου τῷ ἐπάρχῳ περὶ τούτου. ἐκέλευσεν Πτολεμαίῳ τῷ πολιτευομένῳ τῆς Κυνὼ ἀκροᾶσαι τὸ πρᾶγμα καὶ ἀναφορὰν πεποίηκεν ἵνα αὖτις ἀπαντήσω πρὸς τὴν ἀρετὴν τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἐπάρχου. καὶ ἄπελθε πρὸς τὸν γεοῦχον ἡμῶν Διογένην. ποίησον αὐτὸν ὁμιλῆσαι Εὐτρυγίῳ καὶ ἀντίγραψόν μοι τί πεποίηκας πρὸς αὐτούς. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριε ἄδελφε.