Ancient Greek
P.Oxy. 48 3399
Documentary Papyri, P.Oxy. 48 3399
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Δωροθέῳ Παπνοῦθις. γιγνώσκειν σε βούλομαι ὅτι ὑπεδεξάμην παρὰ Ἰσιδώρου ἐπὶ τῆς πόλεως ἀργυρίου δηναρίων μυριάδα μυριάδων μίαν καὶ μυριάδας χιλίας διακοσίας πεντήκοντα, γίνονται δηναρίων μυριὰς μυριάδων α Ασν καὶ διὰ τοῦ φύλακος νομισμάτια ἓξ καὶ ἀργυρίου δηναρίων μυριὰς μυριάδων α Ϛφ . ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριε ἄδελφε.