Ancient Greek
P.Oxy. 48 3403
Documentary Papyri, P.Oxy. 48 3403
Not analysed yet
κυρίῳ μου υἱῷ Παπνουθίῳ ἡ μήτηρ Μαρία πλεῖστα χαίρειν. πάλιν ἐνέμενες τῇ ἀμελείᾳ τῇ σῇ καὶ οὐκ ἔπεμψάς μοι φάσιν περὶ ὧν σοι ἐνετειλάμεθα. καλῶς οὖν ποιήσῃς πέμψαι μοι τὰ ἀργύρια. καὶ ἡ σὴ σύμβιος λέγει καὶ αὐτὴ ἵνα ἀποστείλῃς αὐτῇ ἀργύρια εἰς μισθοὺς τῶν λαναρίων. ἀλλὰ μὴ ἀμελῇς καὶ διὰ ταχέων πέμψῃς αὐτά. σπούδασον γράψαι ἡμῖν περὶ τοῦ ἔργου. ἐρρῶσθαί σε πολλοῖς χρόνοις εὔχομαι. …