Ancient Greek
P.Oxy. 48 3404
Documentary Papyri, P.Oxy. 48 3404
Not analysed yet
Ἱερακίων Παπνουθίῳ ἀδελφῷ χαίρειν. ἀπέστειλα πρὸς σὲ τὸν ἀδελφόν μου Διογένην ἵνα τὸ ἀργύριον αὐτῷ δῷς ἐκ πλήρους· παρήγγειλα γὰρ αὐτῷ ὅτι ἐὰν μὴ τὸ πᾶν μηδὲν λάβῃς. οἶδας γὰρ ὅτι εἰ μὴ ἦς προσφωνήσας οὐκ ἐδίδουν τὰς χλαμύδας. καὶ πύθου τοῦ Ἡρᾶ εἰ δίδωσι τὴν τιμὴν τοῦ ἀχύρου· συμφέρει γὰρ αὐτῷ· ἐὰν δὲ δίδῃ, δότω Διογένει. ἐρρῶσθαί σε εὔχομαι.