Ancient Greek
P.Oxy. 48 3406
Documentary Papyri, P.Oxy. 48 3406
Not analysed yet
παρὰ Κληματίης γεούχου Παπνουτίῳ προνοητῇ Σαδάλου χαίρειν. παραμέτρησον εἰς τὸ πακτωνάριν Παγᾶτος σιτοφάκου ἀρτάβας ἓξ ἵνʼ ἔχωμεν ὧδε, καὶ βοήθησον Παγᾷ ἵνʼ ἔχωμεν ἐκεῖ ἔκτακτα τῆς τρύγης, καὶ πείρα καὶ ἔριον ἀνένεγκον διὰ τοῦ πάκτωνος καὶ μὴ ἀμελήσητε διὰ τὴν ὀπτόπλινθον. καὶ ἀπαίτησον τὸν Παῦμιν τὰ δὺο κεράμια τοῦ μέλιτος διὰ τὴν ἑορτὴν καὶ τὰ μελικηρίδια καὶ Παγᾶν τὸ ἔριον.