Ancient Greek
P.Oxy. 48 3407
Documentary Papyri, P.Oxy. 48 3407
Not analysed yet
παρὰ τῆς γεούχου Παπνουθίῳ προνοητῇ καὶ Ἁτρῇ φροντιστῇ χαίρειν. σπουδάσατε τὸν ταυρελάτην μετὰ τῶν μόσχων καὶ τοῦ ζυγοῦ καὶ σχοινίων αὐτῶν ἐξελάσαι ἐν τῇ σήμερον εἰς τὸ ἡμέτερον ἐποίκιον Ἀκινδύνου πρὸς σύρσιν λίθου τῶν κυρίων μου ἀδελφῶν Νεπωτιανοῦ καὶ Διογένους· οἴδατε καὶ ὑμεῖς ὅτι οὔκ εἰσιν ξένοι. ἀλλὰ πάντως ἐν τῇ σήμερον, ἐπειδὴ συνέθεντο βαστάξαι ἐν τῇ κυριακῇ ἡμέρᾳ, τουτέστιν αὔριον ια. μὴ οὖν, ἀδελφοί, δόξητε ἀμελῆσαι καὶ ἐνεδρευθῇ τὸ ἔργον τῶν ἀνθρώπων, ἐμοὶ δὲ οὐκ ὀλίγην ὕβριν προσηνέγκατε. περὶ δὲ τοῦ τροχοῦ ἀρκετοί ἐστε. ἐν τῇ αὔριον ὁ ἀδελφὸς Λούκιος ἀπαντᾷ πρὸς ὑμᾶς.