Ancient Greek
P.Oxy. 48 3411
Documentary Papyri, P.Oxy. 48 3411
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Δωροθέῳ Χωοῦς ταβουλάριος χαίρειν. ἐπειδὴ ὁ τρόφιμός μου Ἀκῶρις χρεωστεῖ ἄχυρον ἵνα οὖν ἀναλάβῃς σαυτῷ ἃ χρεωστεῖ καὶ ὅτε μέλλεις ἐλθεῖν ἄνω ἔρχεται μετʼ σοῦ καὶ πληρώνει σε ὧδε ἄνω. ὥσπερ ἐκέλευσάς με εἰς ἔργον ἐποίησα. ἀλλʼ ὅρα μὴ ἀμελῇς. καὶ σὺ κέλευε εἰς ἃ δύναμαι ἵνα δείξω σοι προαίρεσιν. ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε.