Ancient Greek
P.Oxy. 48 3412
Documentary Papyri, P.Oxy. 48 3412
Not analysed yet
Ὡρίων Δωροθέῳ βοηθῷ χαίρειν. ἀπέστειλα πρὸς σὲ Γερόντιον στρατιώτην καὶ Δημήτριον σύμμαχον στρατηγοῦ ὅπως ποιήσῃς τοὺς ὑπευθύνους πληρῶσαι αὐτοὺς κηροῦ λίτρας ι τοῦ κηρῶνος καιηκονος Ἀλεξανδρίας. ἀλλʼ ὅρα μὴ κατάσχῃς αὐτοὺς ὥραν μίαν . καὶ ἀπόστειλον τὰ ἀργύρια διὰ Κοπρέως ἐν τῇ σήμερον. ἐρρῶσθαι