Ancient Greek
P.Oxy. 48 3415
Documentary Papyri, P.Oxy. 48 3415
Not analysed yet
Διογένης Δωροθέῳ καὶ Παπνουτίῳ βοηθοῖς. Εὐδαίμονα τὸν ἡμέτερον βοηθὸν ἀπέστειλα ἵνα τὰ εἴκοσι τέσσαρα νομισμάτια συμπληρώσητε, τὰ μὲν εἴκοσι τὰ ἀπὸ λόγου τοῦ χρυσαργύρου, τὰ δὲ τέσσαρα τὰ ἀπὸ λόγου τῆς Κωνσταντιανοπόλεως· οὐ μόνον δὲ ἀλλὰ καὶ τὰς λοιπάδας τῆς γ καὶ δ ἰνδικτιόνων τῶν τε σιτολόγων καὶ κωμαρχῶν. ἐρρῶσθαι ὑμᾶς εὔχομαι.