Ancient Greek
P.Oxy. 48 3416
Documentary Papyri, P.Oxy. 48 3416
Not analysed yet
Διογένης Παπνουτίῳ καὶ Δωροθέῳ βοηθοῖς χαίρειν. αὐτῆς ὥρας δεξάμενός μου τὰ γράμματα τὸ σιππίον τῆς καθολικότητος καὶ τῆς μαγιστρότητος ἀπόστειλον ἐπὶ τὴν πόλιν ἐν τῇ σήμερον· πάνυ γὰρ ἐνοχλοῦμαι ὑπὸ Σερήνου τοῦ δεκαδάρχου. καὶ ποίησον τοὺς ἀπὸ τῆς κώμης πληρῶσαι Κοπρέαν τὸν σύμμαχον εἰς τὸν μισθὸν αὐτοῦ …καὶ μὴ ἐπιτρέψῃ τὸν κύριον τῆς ὀνάδος κρατῆσαι αὐτόν ἐστʼ ἂν ἐγὼ ἀκούσω τοῦ πράγματος. ἔρρωσθε …τῷ γεούχῳ διὰ Κοπρέως συμμάχου νομισμάτια ι, τῷ γεούχῳ ὑπὲρ λόγου Εὐλογίου νομισμάτια δ, κομενταρησίῳ νομισμάτια γ, τῷ γεούχῳ διὰ Θεογνώστου νομισμάτιον α, …