Ancient Greek
P.Oxy. 48 3417
Documentary Papyri, P.Oxy. 48 3417
Not analysed yet
κυρίοις μου ἀδελφοῖς Παπνουτίῳ καὶ Δωροθέῳ Μάξιμος. θαυμάζω ὑμᾶς ὑπὲρ τὴν πολλὴν πῶς ἀφίετε τὸν ἀδελφὸν ἡμῶν Ἀμμώνιον ἐνοχλεῖν μοι καθʼ ἑκάστην ἡμέραν περὶ τοῦ πράγματος ἐκείνου. οὔτε οὐκ ἐποιήσατε αὐτὸ διὰ τὸν Θεὸν οὔτε οὐκ αἰσθάνετε ἀνθρώποις, ἀλλʼ ἀφήκατέ μοι θλίβεσθαι ὑπʼ αὐτοῦ. καὶ ἐγὼ ἔχω μου τὰς κάκας. οὐκ ἀφήκατέ μοι μετʼ αὐτάς; καὶ ἂν ὣς τὸ λοιπὸν αἰδέσθητε, δότε τῷ ἀνθρώπῳ τὰ αὑτοῦ. μὰ τὴν γὰρ θείαν πρόνοιαν ἐὰν μὴ διαλύσεσθε πρὸς αὐτὸν καὶ ἀφῆτέ μοι θλίβεσθαι ὑπʼ αὐτοῦ ἀναβαίνω ἐπὶ τῆς πόλεως καὶ ποιῶ ὑμᾶς ἀπαιτηθῆναι τὸ πᾶν εἰς μίαν ῥοπήν. οὐκ αἰδεῖσθε ὑμεῖς ὅτι τρία ἔτη σήμερον ἐγὼ χορηγῶ διάφορον ὑπὲρ ὑμῶν, τὸ οὔκ ἐστιν δίκαιον παρὰ Θεῷ καὶ ἀνθρώποις; τριῶν ἡμε- ρῶν γὰρ σήμερον διακατέχει με ἐπὶ τῆς κώμης καὶ τοσαῦτα αὐτῷ απ…γητε…ετηνα…μην ταύτην. ἔρχεται γὰρ πρὸς ὑμᾶς. μὴ ἀφῆτε αὐτὸν ἄλλοτε ἐλθεῖν πρὸς ἐμέ. ἐρρῶσθαι ὑμᾶς εὔχομαι.