Ancient Greek
P.Oxy. 49 3466
Documentary Papyri, P.Oxy. 49 3466
Not analysed yet
Ἀντωνείνῳ ἱερεῖ καὶ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Θέωνος τοῦ Διονυσίου τῶν ἀπὸ Ὀξυρύγχων πόλεως τοῦ Ὀξυρυγχείτου. τοῖς ἔμπροσθεν χρόνοις προεικάμην τῷ τοῦ ἀδελφοῦ μου Σαραπίωνος υἱῷ Φανίᾳ χειρόγραφον ἐνγύης ὧν εἶχεν ἡ ἀδελφὴ αὐτοῦ Δημητρία χρυσίου μναιαίων εἴκοσι . μετὰ δὲ ταῦτα γενομένης τῷ τε Φανίᾳ καὶ τῇ Δημητρίᾳ ἐπὶ πάροντί μοι ἐπὶ …ουπίου Κάρου τοῦ γενομένου δικαιοδότου ἀμφισβητήσεως, τοῦ μὲν Φανίου μετερχομένου τὴν Δημητρίαν τα προκείμενα χρυσίου μναιαῖα εἴκοσι ,τῆς δὲ Δημητρίας ὡσαύτως μετερχομένης τὸν Φανίαν ἀργυρίου δραχμὰς τρισχιλίας ἑξακοσίας …ν…οκα κατείχετο παρʼ ἑαυτῇ μέχρι τῆς τοῦ δανείου κομιδῆς, ἀποπεφηνότος τοῦ Κάρου ἀκολούθως τοῖς γενομένοις ὑπʼ αὐτοῦ ὑπομνηματισμοῖς κατέχεσθαι ὑπὸ τῆς Δημητρίας μέχρι τῆς τοῦ δανείου ἀργυρίου δραχμῶν τρισχιλίων ἑξακοσίων κομιδῆς τὰ σημαινόμενα χρυσία. ἀπηλλαγμένου δέ μου ἀπὸ τῶν τοῦ Κάρου ὑπομνηματισμῶν τῆς ἐνγύης ὁ Φανίας τινί ποτε τῶν τρόπων ἐνεχθεὶς τετόλμηκεν δημοσιῶσαι ὃ εἶχέν μου τῆς τῶν χρυσίων ἐνγύης χειρόγραφον. ἐπεγνωκώς τε τὸν Φανίαν καὶ τὴν Δημητρίαν προεῖσθα ἑαυτοῖς τῷ Παῦνι μηνὶ τοῦ διεληλυθότος ἔτους χειρόγραφα ὁμολογούντων αὐτῶν ἀπεσχηκέναι, τοῦ μὲν Φανίου παρὰ τῆς Δημητρίας τὰ τοῦ χρυσίου μναιαῖα εἴκοσι ,τῆς δὲ Δημητρίας παρὰ τοῦ Φανίου τὰς τοῦ ἀργυρίου δραχμὰς τρισχιλίας ἑξακοσίας κατὰ τὸ ἀναγκαῖον καταφεύγω ἐπὶ σὲ τὸν κύριον καὶ ἀξιῶ συντάξαι γράψαι τῷ τοῦ Ὀξυρυνχείτου στρατηγῷ μεταδοῦναι τῶι Φανίᾳ τοῦδε τοῦ ὑπομνήματος ἀντίγραφον ὅπως εἰδῇ μηδένα αὐτῷ καταλείπεσθαι λόγον περὶ τούτου μήτε περὶ τῆς τῶν μναιαίων κομιδῆς ἵνʼ ὦ εὐεργετημένος. …ως …ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. ἔτους …Δομιτιανοῦ …