Ancient Greek
P.Oxy. 49 3467
Documentary Papyri, P.Oxy. 49 3467
Not analysed yet
…την …ρ… νος λῃστρικῷ τρόπῳ διορύξαντές τινες τὸ ἐν τῇ δημοσίᾳ ῥύμῃ τεῖχος τῆς αὐλῆς καὶ εἰσελθόντες ἀπήλασάν μου πρόβατα ὀκτώ . ἐπιζητοῦντος δέ μου ταῦτα, εὗρον ἐν τῷ πρὸς τῷ τῶν ἐρημοφυλάκων μαγδώλῳ ἱερῷ Διοσκούρων τὴν τούτων κόπρον ἐν τόπῳ τινὶ κρυπτῷ τοῦ ἱεροῦ, ἣν ἐπέδειξα τῷ συνελθόντι μοι πρὸς τὴν ἐπιζήτησιν τῆς κώμης ἀρχεφόδῳ Πλουτίωνι καὶ τοῖς ἐρημοφύλαξι. διὸ ἀξιῶ, ἐὰν φαίνηται, διαλαβεῖν περὶ τοῦ πράγματος ὡς ἄν σοι δόξῃ ἵνʼ ὦ βεβοηθημένος· εὐτύχει. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραϊανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Σεβαστοῦ ε. Μέλας Ἑρμογένους ἐπιδέδωκα. Ἑρμογένης Μέλανος ἔγραψα ὑπὲρ τοῦ υἱοῦ μου μὴ εἰδότος γράμματα.