Ancient Greek
P.Oxy. 49 3469
Documentary Papyri, P.Oxy. 49 3469
Not analysed yet
χαίροις κύριέ μου Ἡρακλείδη. ἐξ ὅτου ἀπέστην τῆς Φενεβύθεως οἱ πράκτορες οὐ προέκοψαν ἐξ ὧν μοι μετέδοσαν ἐν Ψώνει, οὐδένα γὰρ τῶν ὑπόπτων ἀπῄτησαν, προεφασίσαντο δὲ καὶ τοὺς βοηθοὺς μὴ συναπῃτηκέναι αὐτοῖς. ὁ ἀπὸ τοῦ Προσωπείτου Δωρᾶς Πιβήκιος οτων μα Εϛ ἐνεβάλετο ἐκ Βομπαὴ σήμερον, ἐποίησα δὲ τοὺς ὄνους τριφορεῖν ἀπὸ Βομβαὴ εἰς Ψῶνιν. ὁ ἐπισταλεὶς δὲ εἰς Ψῶνιν Ἀμμώνιος Πανετβεῦτος ο των ἀρταβ Γιδ ἐνεβάλετο σήμερον ἐν τῷ ἐποικίῳ τοῦ προστάτου τῷ ἐν Θομπνήει. ἀναγκαίως δὲ κατέσχον ἕνα τῶν πρακτόρων τῆς Φενεβύθεως, ἐπειδὴ γραμματεύει αὐτῶν, ἵνα ἐν τῇ Φενεβύθει ὢν ἴδω τὸν λόγον τῶν ὑπόπτων καὶ ἀπαιτῶ. ἐρρῶσθαί σε εὔχομαι. Ἐπεὶφ ε. Ἡρακλείδῃ …