Ancient Greek
P.Oxy. 49 3470
Documentary Papyri, P.Oxy. 49 3470
Not analysed yet
…ιε ἔτους …Ἀσκληπιάδῃ στρατηγῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ παρὰ Ἡρακλήου Μενχέως μητρὸς Τατᾶτος καὶ Πτόλλιδος Ἀμόϊτος μητρὸς Θαήσιος ἀμφοτέρων ἀπὸ κώμης Ταλαὼ ἱερέων Ἡρακλέους θεοῦ μεγίστου. πρὸς τὸ μεταδοθὲν εἰς ἐξέτασιν εἶδος ἰδίου λόγου ἀπὸ λόγων ιε ἔτους, οὗ ἐστιν ἀντίγραφον· οἱ ὑπογεγραμμένοι ἀφήλικες υἱοὶ ἱερέων καὶ ἱεροεθνῶν προσβάντες εἰς τεσσαρεσκαιδεκαετεῖς τῷ ιε ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου παρὰ προθεσμίαν τὸ εἰσκριτικὸν διέγραψαν. ἵνʼ οὖν ἐξετασθῇ εἰ ὑπόκειταί τι ταῖς τάξεσι αὐτῶν ἐκ δημοσίου ἢ ἔξωθεν, καὶ τίνες εἰσὶν οἵ, συνήθως ὑπὸ τοῦ ἀρχιπροφήτου ἐπικρινόμενοι, καὶ τὸν χρηματισμὸν παρʼ αὐτοῦ ἔλαβον, μεταδίδοται· κάτω τοπαρχίας Ταλαώ, ἱερεῖς Ἡρακλέους θεοῦ μεγίστου Πανεμγεὺς Ἡρακλήου τοῦ Μενχέως μητρὸς Ταθωνᾶτος Πανεμγέως, Ἀμόϊς Πτόλλιδος τοῦ Ἀμόϊτος μητρὸς Τα…λλατος προσφωνοῦμεν ὀμνύντες Αὐτοκράτορα Καίσαρα Τραϊανὸν Ἁδριανὸν Σεβαστὸν μηδὲν ὑποκεῖσθαι ταῖς τάξεσι τῶν προγεγραμμένων ἡμῶν υἱῶν ἔκ τε δημοσίου ἢ ἔξωθεν μηδὲ εἶναι ἔθος τοὺς τοιούτους ἐπικρίνεσθαι ὑπὸ τοῦ ἀρχιπροφήτου ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ. ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ, μηνὸς Ἁδριανοῦ κε. Ἡρακλῆς Μενχέως καὶ Πτόλλις Ἀμόϊτος ἐπιδεδώκαμεν καὶ ὀμωμόκαμεν τὸν ὅρκον. …ις Ἀλεξάνδρου ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.