Ancient Greek
P.Oxy. 49 3472
Documentary Papyri, P.Oxy. 49 3472
Not analysed yet
Αἴλιος Ἀφροδείσιος στρατηγὸς καὶ Σερῆνος ὁ καὶ Σαραπίων βασιλικὸς γραμματεὺς Ὀξυρυγχείτου Ἀμμωνίῳ τῷ καὶ Πετς… Ἀμμωνίου τοῦ Πεκυσίου και μετόχοις χαίρειν. Κλαύδιος Ἰοῦστος ὁ κράτιστος πρὸς τῷ ἰδίῳ λόγῳ ἐν ᾧ ἐποιήσατο τοῦ νομοῦ διαλογισμῷ τῷ διεληλυθότι ια ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀχθέντος εἴδους περὶ τῶν ἐντὸς περιβόλων ἱερῶν κεκτημένων οἰκόπεδα διαλαβὼν ἐπὶ πᾶσι ἀπέφηνεν οὕτως· ὅσοι συνήψαντο τοῖς ἐπὶ Τούσκῳ τὴν συντίμησιν ἐπιδεδωκόσι δύνανται δεόντως ἀντιλαμβάνεσθαι τῶν τόπων. ὅσοι δὲ παρανγελέντες οὐ παρέθεντο, ἐὰν καὶ νῦν ἐντὸς μηνῶν δύο μὴ ἐπενέγκωσι, ἐνεχέσθωσαν τοῖς ὡρισμένοις. τούτων οὖν μεταδοθέντων ὑπὸ τοῦ ἑτέρου ἡμῶν ὡς καθήκει καὶ τοῦ τῆς πόλεως γραμματέως Ἡρακλείδου ὑπογύως μ…οντος τὸ κατʼ ἄνδρα τῶν νυνὶ ἐπικρατούντων οἰκοπέδων ἐντὸς περιβόλων ἱερῶν τῆς μητροπόλεως, κατὰ τὸ ἀναγκαῖον ἐνγράφως ὑμῖν ἐπιστέλλεται ἵνʼ ἐν τῇ δοθείσῃ προθεσμίᾳ παραθῆσθε τὰ ἐζητημένα ἕνεκα ὧν ἐδηλώθητε ἐπικρατεῖν οἰκοπέδων ἐντὸς περιβόλου τῆς Ἀθηνᾶς ἐπʼ ἀμφόδου Θοηρείου Θενεπμόι. …Σαραπάμμων γραμματεὺς ἐπήνεγκα. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ ἐπαγομένων ε.