Ancient Greek
P.Oxy. 49 3471
Documentary Papyri, P.Oxy. 49 3471
Not analysed yet
Ταλαὼ ἱερέων Διὸς καὶ Ἥρας ιε ἔτους. …Ἀσκληπιάδῃ στρατηγῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ παρὰ Αν… Ἁρμιύσιος τοῦ Α… μητρὸς Ταύριος καὶ ……τοῦ Ἀνθεστίου καὶ Διογᾶτος Ὥρου τοῦ Ὥρου αν… τῶν γ ἀπὸ κώμης Ταλαὼ ἱερέων Διὸς καὶ Ἥρας Ἑλληνικοῦ ἱεροῦ. πρὸς τὸ μεταδοθὲν εἰς ἐξέτασιν εἶδος ἰδίου λόγου ἀπὸ λόγων ιε ἔτους οὗ ἐστιν ἀντίγραφον· οἱ ὑπογεγραμμένοι ἀφήλικες υἱοὶ ἱερέων καὶ ἱεροεθνῶν προσβάντες εἰς τεσσαρεσκαιδεκαετεῖς τῷ ιε ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου παρὰ προθεσμίαν τὸ εἰσκριτικὸν διέγραψαν. ἵνʼ οὖν ἐξετασθῇ εἰ ὑπόκειταί τι ταῖς τάξεσι ἐκ δημοσίου ἢ ἔξωθεν καὶ τίνες εἰσὶν οἵ, συνήθως ὑπὸ τοῦ ἀρχιπροφήτου ἐπικρινόμενοι, καὶ τὸν χρηματισμὸν παρʼ αὐτοῦ ἔλαβον, μεταδίδοται· κάτω τοπαρχίας Ταλαώ, ἱερεῖς Διὸς καὶ Ἥρας Ἑλληνικοῦ ἱεροῦ· …μιυ… τοῦ Αρ… σιο… μητρὸς Θαήσιος Ἀπολλωνίου, Ἁρμιύσιος Αν… τοῦ Ἁρμιύσιος μητρὸς ……ου Διογᾶ… …μεγιστη… …προσφωνοῦμεν ὀμνύντες Αὐτοκράτορα Καίσαρα Τραϊανὸν Ἁδριανὸν Σεβαστὸν μηδὲν ὑποκεῖσθαι ταῖς τάξεσι τῶν προγεγραμμένων ἡμῶν υἱῶν ἔκ τε δημοσίου ἢ ἔξωθεν μηδὲ εἶναι ἔθος τοὺς τοιούτους ἐπικρίνεσθαι ὑπὸ τοῦ ἀρχιπροφήτου ἢ ἒνοχοι εἴημεν τῷ ὅρκωι. ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ, μηνὸς Ἁδριανοῦ κε. Αν… Ἁρμιύσιος καὶ ……σιος καὶ Διογᾶς Ὥρου ἐπιδεδώκαμεν καὶ ὀμωμόκαμεν τὸν ὅρκον. ……ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.