Ancient Greek
P.Oxy. 49 3490
Documentary Papyri, P.Oxy. 49 3490
Not analysed yet
Ἀμόϊς Πομπηΐου τοῦ Πομπηΐου μητρὸς Ἁρσεῖτος Διο…ς ἀπʼ Ὀξυρύγχων πόλεως Πέρσης τῆς ἐπιγονῆς Θέωνι Θέωνος τοῦ Πανεχώτου μητρὸς Ἀπίας ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς διακοσίας, γείνονται δραχμαὶ διακόσιαι ,κεφαλαίου αἷς οὐδὲν προσῆκται, ἃς καὶ ἀποδώσω σοι τῇ τριακάδι τοῦ …τοῦ ἐνεστῶτος τετάρτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου χωρὶς ὑπερθέσεως. ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραπται, τὸ μὲν προκείμενον …